Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.264 Joseph. AJ 18.269 (English) >>Joseph. AJ 18.274

18.267ὑπομενοῦμεν δὲ εἰς τύχας ἰόντες ἐπὶ φυλακῇ τε πατρίων καὶ κινδυνεύειν προθεμένοις ἐλπίδα οὖσαν ἐξεπιστάμενοι κἂν περιγενέσθαι διά τε τοῦ θεοῦ τὸ στησόμενον μεθʼ ἡμῶν ἐπὶ τιμῇ τε τῇ ἐκείνου τὰ δεινὰ ὑποδεχομένων καὶ τῆς τύχης τὸ ἐπʼ ἀμφότερα φιλοῦν τοῖς πράγμασι παρατυγχάνειν, 18.268ἐκ δὲ τοῦ σοὶ πείθεσθαι πολλὴν μὲν λοιδορίαν τοῦ ἀνάνδρου προσκεισομένην ὡς διʼ αὐτὸ παράβασιν τοῦ νομίμου προσποιουμένοις, καὶ ἅμα πολλὴν ὀργὴν τοῦ θεοῦ, ὃς καὶ παρὰ σοὶ δικαστῇ γένοιτʼ ἂν βελτίων Γαΐου.” 18.269

Καὶ Πετρώνιος ἐκ τῶν λόγων θεασάμενος δυσνίκητον αὐτῶν τὸ φρονοῦν καὶ μὴ ἂν ἀμαχεὶ δύναμιν αὐτῷ γενέσθαι διακονήσασθαι Γαΐῳ τὴν ἀνάθεσιν τοῦ ἀνδριάντος πολὺν δὲ ἔσεσθαι φόνον, τούς τε φίλους ἀναλαβὼν καὶ θεραπείαν, περὶ αὐτὸν ἦν, ἐπὶ Τιβεριάδος ἠπείγετο χρῄζων κατανοῆσαι τῶν Ἰουδαίων τὰ πράγματα ὡς ἔχοι. 18.270καὶ Ἰουδαῖοι μέγαν ἡγούμενοι τὸν ἐκ τοῦ πρὸς Ῥωμαίους πολέμου κίνδυνον, πολὺ μείζονα δὲ κρίνοντες τὸν ἐκ τοῦ παρανομεῖν, αὖθις πολλαὶ μυριάδες ὑπηντίαζον Πετρώνιον εἰς τὴν Τιβεριάδα γενόμενον, 18.271καὶ ἱκετείᾳ χρώμενοι μηδαμῶς εἰς ἀνάγκας τοιαύτας αὐτοὺς καθιστᾶν μηδὲ μιαίνειν ἀνδριάντος ἀναθέσει τὴν πόλιν, “πολεμήσετε ἄρα Καίσαρι, Πετρώνιος ἔφη, μήτε τὴν ἐκείνου παρασκευὴν λογιζόμενοι μήτε τὴν ὑμετέραν ἀσθένειαν;” οἱ δʼοὐδαμῶς πολεμήσαιμεν, ἔφασαν, τεθνηξόμεθα δὲ πρότερον παραβῆναι τοὺς νόμους.” ἐπί τε τὰ πρόσωπα κείμενοι καὶ τὰς σφαγὰς προδεικνύντες ἕτοιμοι κτιννύεσθαι ἔλεγον εἶναι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.264 Joseph. AJ 18.269 (English) >>Joseph. AJ 18.274

Powered by PhiloLogic